δεήσεις δὲ παραλείπομεν λέγειν ὂν παντάπασιν ἵξω καιροῦ καὶ παρακλήσεις καὶ ἱκεσίας ὅσας δὴ ἐποιοῦντο ἰδίᾳ μὲν πρὸς τοὺς δυνα- τωτάτους ἡμῶν, δημοσίᾳ δὲ πρὸς τοὺς πάντας, ὥστ’ αὐτοὺς ἐθελῆσαι προσίεσθαι. ἀλλ’ ἐπειδήπερ ἡμεῖς τὴν πρώτην οὐκ ἐδεχόμεθα, οὐχ ὑπεχώρουν, ἐνέκειντο δὲ πολὺ μᾶλλον δεόμενοι, καὶ ὧς οὐδ’ οὕτως ἡμῶν οὐδὲ εἰς προσεῖχε σφίσιν οὐδὲ κατένευεν, ἔτι θερμοτέρων ἀνθήπτοντο λόγων. καὶ τελευτῶν ‘ εἰ εἰ μὴ ὑμεῖς, ἔφα- ’σαν, δέχεσθε, ἀλλ’ ἡμεῖς γε τοὺς βαρβάρους ἡμῖν ἐπιστήσομεν. σκοπεῖτε οὖν ὁπότερον αἱρε- τώτερον, ἢ ὑμῶν ἡμᾶς εἶναι καὶ κατακούειν Ἕλληνας Ἑλλήνων ἢ ἐφ’ ὕβρει κοινῇ τοῦ Ἑλλη- νικοῦ γένους βαρβαρικοῖς ὑποκύπτειν προσ- τάγμασι᾿. ταῦτ’ ἔλεγον καὶ ἡμεῖς ἐνεδίδομεν 10 Thuc. I 58 3 ἔργον inserui e LV om Schm 7 μετιόντες scripsi e LV μετιόντας Schm 8 θεοὺς in lac 4 litt inser L rubr λόγους V cf. ad p. 60, 1 12 ἑαυτούς V 17 οὐχ] οὐ V 19 κατένευεν scripsi e LV κατένευσεν Schm 25 προστάγμασι scripsi e LV πράγμασι Schm καὶ ὡμολογοῦμεν δέχεσθαι καί, τί γὰρ ἦν ἄλλο ποι- ῆσαι, εἰ μὴ ἐμέλλομεν βαρβάροις ἐκδοῦναι τὸ καὶ ἐδεχόμεθα δύο ταῦθ’ ὁμοῦ ἐνθυμούμενοι, ὧς οὐδὲν ἄν, εἰ δεξαίμεθα, Κορινθίους ἀγανακτήσειν πολλῶν ἐτῶν ἤδη γεγονυίας τῆς ἀποστάσεως καὶ ὧς μᾶλλον ἂν ἀγαπήσειν, εἰ μεθ’ ἡμῶν καὶ ὅλως Ἑλλήνων Ποτι- δαιᾶται συσταῖεν, ἢ τοῖς φύσει πολεμίοις συστῆναι βαρβάροις. τοῦτο μὲν γὰρ εἶναι μετ’ ἀδελφῶν συστῆ- ναι καὶ τοὺς αὐτοὺς εἰδότων θεοὺς ἱερῶν τε καὶ θυσιῶν καὶ πανηγύρεων τῶν αὐτῶν κοινωνούντων, ἐκεῖνο δὲ μετὰ τῶν ἀλλοτρίων τοῦ γένους καὶ ὅσον πλεῖστον ἀφεστηκότων. οὔκουν αὐτούς γε τοὐναντίον ᾠήθημεν παθεῖν, βαρὺ καὶ ἀφόρητον ἡγήσασθαι τὸ γεγενημένον καὶ ἡμᾶς δι’ ἔχθρας, ὡς οὐδέποτ’ οὐδέ- νᾶς ἀνθρώπων, ἔχειν. λέγομεν δέ, ὧς νῦν ἡμῖν τὰ πράγματα παρέσχον μαθεῖν, ἐπειδήπερ, εἰ ταῦτα καὶ τότε τοῖς ἔνδον ἐφρόνουν λογισμοῖς, οὐκ ἴσμεν λέγειν σαφῶς, οἷς δ’ ἄν τις ὅμως ἐκ τῶν ἔξωθεν εἴκασεν, οὐδὲν ἀηδὲς πεπονθόσιν ἐῴκεσαν. 13. Πλὴν ὅσα μὲν ἐντεῦθεν ἀναλῶσαι συνέβη τῷ δήμῳ, τοῦτο μὲν τριήρεις παρασκευάζοντι, τοῦτο δὲ καὶ στρατιὰν τὴν μὲν ἀπὸ τῶν ξένων μισθουμένῳ, τὴν δ’ οἴκοθεν συναθροίζοντι, παραιτοῦμαι λέγειν. ὑμεῖς δέ, ὦ πρὸς θεῶν, λογίζεσθε. τὸ γὰρ χωρίον Ποτί- δάια Ἑλληνικὸν μέν, ὅμως ἐν μέσῃ κεῖται Θρᾴκῃ. πολλοῦ δὲ τοῦ μεταξὺ πλόος ὄντος πολλὴν ἡμῖν τὴν δαπάνην, πλείστην δὲ καὶ τὴν φροντίδα παρεῖχε. καὶ φόβος δὲ ἄμα προσῆν μήποθ’ οὓς ἐδεξάμεθα σώσοντες 1 ὡμολογοῦμεν scripsi e LV ὁμολογοῦμεν Schin 14 ἔχ- θραν V 22 τὴν δ’ Schm τήν δ’ LV 24 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60, 1 27 τὴν inserui e LV om Schm λάθωμεν ἀπολέσαντες. οὗ χάριν καὶ ἐφειδόμεθα οὐδε- νὸς τῶν εἰς δύναμιν ἡκόντων, ἀλλ’, ὅπως ἀποχρῶσα ᾖ φυλακή, πολλοὶ μὲν ἐκεῖσε πλέοντες ἦσαν οἱ στρα- τιῶται, πολλοὶ δὲ εἰκότως καὶ οἱ μισθοὶ συνέπλεον καὶ τἀναλώματα καὶ ὅσα τείνει πρὸς σωτηρίαν. ὑστέ- ῥεῖ δὲ οὐδὲν εὐδαίμονας εἶναι Ποτιδαιάτας ἡσυχῆ καθημένους ἐπὶ τοῖς σφετέροις καλοῖς. καὶ ἦσαν εὐδαί- μονες ἐκεῖνοι διὰ τοὺς Ἀθηναίους, ὥσπερ ἀμέλει ἄθλιοι δι’ ἐκείνους ἡμεῖς ἀναλίσκοντες, ἐκπλέοντες, στρατεύ- οντες, πολεμοῦντες, καὶ ταῦτα οὐχ ἴνα ἡμᾶς αὐτοὺς περιποιησώμεθα, ἀλλ’ ὅπως ἑτέροις τὰ ἐνόντα φυλά- ξαιμεν. ἅ δὲ τέως ἀπένεμον ἀντὶ τούτων Ποτιδαιᾶται τῷ δήμῳ, αἰσχύνη καὶ λέγειν. οὕτω φαύλη τις ἦν δωρεά, μᾶλλον δὲ σκιὰ δωρεᾶς ἢ οὐδὲ τοῦτο. εὐγνω- μονεῖν ἔφασαν καὶ τῆς εὐεργεσίας αἰσθάνεσθαι καὶ δι’ ὀνομάτων τούτων· σωτῆρες, φύλακες, κηδεμόνες ἡμῶν Ἀθηναῖοι, ἃ κἂν δυοῖν ὀβολοῖν πρίαιτό τις, τὸ πᾶν ἡμῖν ἀπεπλήρουν. καὶ τοῦτο δὲ ἄρα ὑπὸ φιλαν- θρωπίας ἀποχρώντως ἔχειν ἐδόκει καὶ διὰ τῆς ὁμο- λογίας τῆς χάριτος τὸ πᾶν ἀπέχειν ὑπελαμβάνομεν. κἂν εἰ μέχρι τέλους ᾑροῦντο εὐγνώμονες εἷναι, οὐκ ἄν ποθ’ ἡ παροῦσα ἐδέχετο τύχη οὐδὲ μετεκινήθη αὐτοῖς τῶν ἐνόντων οὐδέν. ἢ πολὺ πρότερον ἡμεῖς τοῦθ’ ὑπέστημεν ἂν ἢ ἐκεῖνοι προισταμένων ἡμῶν.