οἱ Ποτιδαιᾶται ἀλλήλων ἐγεύσαντο ὑπ’ Ἀθηναίων πολιορκούμενοι, καὶ γράφονται Ἀθηναίους ἀσεβείας Κορίνθιοι. Ἀθηναῖοι ἀπολογούμενοι. ἄνδρες Λακεδαιμόνιοι, ὅπερ ἡγούμεθα Κοριν- θίους ἐπᾶραι τοσαῦτ’ ἀναισχυντῆσαι καὶ οὕτω πολλῷ τῷ παραλόγῳ τῆς δημηγορίας χρήσασθαι καθ’ ἡμῶν, πρῶτον μὲν ἡ μηδέποτε ἀήθης αὐτοῖς ψευδολογία καὶ πρόχειρος καθ’ ὧν ἂν βούλωνται συκοφαντία καὶ λοι- δορία, δεύτερον δὲ καἰ τὸ παρ’ ὑμῖν δικασταῖς, οἳ τὴν αὐτὴν αὐτοῖς οἰκεῖτε Πελοπόννησον, ποιεῖσθαι τοὺς λόγους. τούς τε γὰρ ἀεὶ μαθόντας προτιμᾶν ἄλλο τι τῆς ἀληθείας ἐν ἀγῶνι τοιούτῳ καθισταμένους ἐν ᾧ μάλιστα καιρόν ἐστιν αὐτοῖς ἔχον τὸ ψεῦδος οὐ ῥᾴδιον παντάπασι τοῦ μαθήματος ἀμελεῖν, τούς γε μὴν τοῖς δικάζουσιν ὡς οἰκείοις οὖσι θαρροῦντας, ὡς καὶ πᾶν ὁτιοῦν ψευδομἕνους ἀνεξελέγκτους οἴεσθαι μεῖναι, μὴ πολλὰ θρασύνεσθαι καὶ παράλογα οὐκ εἰκός. οὐ μὴν ἀλλ’ εἰ μὲν ἑωρῶμεν ὑμᾶς διατεθειμένους καθά- 20 περ ἐδόξατε Κορινθίοις πρὸ τοῦ δημηγορεῖν ἀνιέναι, τὸ δὲ ἦν ταῖς σφῶν ἡδοναῖς ὑμᾶς αὐτοὺς ἐπιτρέψαι L = Codex Leidensis Gr. F. 49 V = Vaticanus gr. 933 Schm = editio Schmidtiana. 1 ποτιδαιάται LV ut constanter 5 Κορινθίοις V 12 τί L ut constanter ἐπαινοῦντας μὲν ἅπανθ’ ἐξῆς ὅσα εἰρήκασι, μηδὲν δὲ τῆς ἀληθείας φροντίζοντας, οὐδὲν ἂν πλέον εἰπόντες μηδὲ πολυπραγμονήσαντες ᾠχόμεθα τὴν ἐπ’ Ἀθήνας. τί γὰρ ἂν ἦν ὄφελος λέγειν ἢ ὅλως τι πραγματεύεσθαι παρὰ δικασταῖς, ἐχθροῖς μὲν εὐλαβοῦμαι λέγειν μηδὲ ἄλλου του ἀκούσαιμι λέγοντος, τὰ πάντα δὲ κατ’ ἐπι- θυμίαν οὖσι τοῖς ἡμετέροις ἐχθροῖς; νυνὶ δ’ ὁρῶντες προθύμους ὑμᾶς ἔργον ἀνδρῶν ὀρθότατα δικαζόντων πληρῶσαι καὶ ἀκοῦσαι μὲν καὶ ἡμῶν λόγον διδόντων, διατεθῆναι δὲ καὶ τὰς γνώμας ἴσους ἀμφοτέροις, φιλίαν δὲ καὶ οἰκειότητα τὴν πρὸς Κορινθίους καὶ διαφοράν, εἴ τίς ἐστι πρὸς ἡμᾶς, τό γε νῦν εἷναι πόρρω στῆσαι τῶν λογισμῶν, ἔνα καὶ ἀμφοῖν τοῖς μέρεσιν ὀρθῶς καὶ προσηκόντως δικάζητε καὶ μηδέ τις ἐντεῦθεν λύμη τῷ δικαίῳ ἐπισυμβαίνῃ, ὅ δὴ καὶ πάντες νομοθέται τιμῶντες ἐπὶ τούτῳ τοὺς δικαστὰς ὁρκοῦντές εἰσιν, ἀνέστημεν καὶ αὐτοὶ ἐροῦντες ὑπὲρ ἡμῶν. πλὴν οὐχ ὥσπερ Κορίνθιοι καὶ ἡμεῖς εἰς τὰς κατ’ αὐτῶν λοι- δορίας ἐμβαλοῦμεν αὐτίκα οὔτ’ αὖ φιλίας ἀρχαίας καὶ συνηθείας ὑμᾶς ἀναμνήσομεν καὶ ὧς μετ’ ἀλλήλων συστάντες ποτὲ τοῖς Ἕλλησιν ὑπήρξαμεν ἐν καιρῷ οὐδ’ εὐεργεσίας ἡμῶν καταλέξομεν, ἃς πολλὰς οὐ χωρὶς κινδύνων καὶ κοινῶς κατεθέμεθα τοῖς πᾶσι καὶ ἰδία τοῖς ἀεὶ δεομένοις. οὔτε γὰρ εὐπρεπὲς καὶ ἄλλως ἰσχύοντας περιεῖναι τῶν ἀντιτεταγμένων λοιδορουμέ- νοῦς αὐτοῖς ἐπιέναι καὶ τό γε κατορθωμάτων ποιεῖσθαι κατάλογον ἃ μηδὲν τοῖς παροῦσι καθήκει σαθρά τις ἂν εἴη φιλοτιμία καὶ ἐπίδειξις ἄκαιρος, καὶ μάλιστα 3 μὴ δὲ V ut constanter 12 τ’ ὁ scripsi τῶ LV Schm cf. t. IV 391,24 17 αὐτοὶ reposui e LV αὐτοῦ 20 συνηθείας reposui e LV συνήθεις Schm ἡνίκα καὶ τὸ πρᾶγμα μὰ δῆλον αὐτόθεν ἐστὶ καί τινος δεῖται λόγου ἔξωθεν μαρτυρήσοντος οὐδαμῶς. ἢ τίς Ἰωνίαν οὐκ οἶδεν ἀποικίαν καὶ αὐτὴν ἡμετέραν οὖσαν καὶ μέρος τῆς ὑπὲρ ἀπάντων Ἀθηναίων προνοίας καλῶς ὑπ’ αὐτῶν πολισθεῖσαν τὴν πᾶσαν, ἵν ὁ ἐν- ταῦθα τῆς Εὐρώπης χῶρος ὧς ἐκ μεγάλου διαστήματος βαρβάροις ἀνεπίβατος μένῃ; τίς ἑτέρωθεν Σικελίαν αὐτήν; τίς τοὺς ἐν Μαραθῶνι κινδύνους, τοὺς ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι καὶ Πλαταιᾶσιν, ἔνθα σὺν ὑμῖν Μαρδονίου τὰς πολλὰς διεφθείραμεν μυριάδας, τοὺς ὑπὲρ ὑμῶν, ὦ Λακεδαιμόνιοι, ὅτε τῶν εἱλώτων ἐπαναστάντων ἔσχατος κινδύνων τὴν Λακεδαίμονα περιέστη, τοὺς ὑπὲρ τῶν ἄλλων; τίς ταῦτα πάντα ὑμῶν ἀγνοεῖ; καὶ τί δεῖ μακρηγορεῖν ὑπομιμνήσκοντας ὑμᾶς φερούσης καὶ ταῦτα τῆς ὑπομνήσεως ἐν τῷ νῦν ἀγῶνι πλέον οὐδὲν εἰς ἡμᾶς; οὔκουν ἡμεῖς γε περὶ τῶνδ’ ἐθελήσομεν λέγειν, ἀλλ’ ἀποχωρήσαντες σπουδῇ, ὑπερβάντες δὲ ἄμα καὶ τὰ καθ’ ἡμῶν πολλὰ καὶ νη- πιώδη Κορινθίων διελέγχειν ἐγκλήματα ὡς οὐδ’ ὑμῶν περὶ τῶν οὕτω γελοίων λόγον ἀπαιτησόντων οὐδένα, μὴ γὰρ ἂν πρέπειν Λακεδαιμονίους ὄντας ἄρχειν τε καὶ αὐτοὺς ἀξιοῦντας ὁμοίως ἡμῖν τῶν Ἑλλήνων περὶ πόλεως ἡγεμονίδος τοιαῦτ’ ἐγκλήματα δέχεσθαι, ἐπὶ τὰ καίρια μάλιστα τῆς κατηγορίας καὶ γενναῖα καθ’ ἡμῶν δοκοῦντα τὸν λόγον τρεψόμεθα. 1 Argum. Dem. Boeot. p. 994, 18 8 Thuc. I 73, 3 11 Thuc. I 102 14 Thuc. I 68, 3 5 τὴν πᾶσαν in marg L 2 9 πλαταιάσιν LV 14 ὑμῶν scripsi ἡμῶν LV Schm | τί om VL inser Schm 16 ἡμᾶς ω ω scripsi e V ὑμᾶς L Schm 25 τ(??)ν λόγον V 6. Ἀσέβειαν προφέρουσιν ἡμῖν Κορίνθιοι, ἀσέ- βειαν, 60 ἄνδρες Λακεδαιμόνιοι, πρᾶγμα ὅπερ ἐς δεῦρο οὐ μόνον οὐκ ἐφάνη τις ἐξενεγκὼν καθ’ ἡμῶν, ἀλλ’ οὐδὲ διανοηθείς, καὶ βαρεῖς εἰσιν, ὧς ὁρᾶτε, νῦν ἐφ’ ἡμᾶς πειρ·αθέντες καὶ ταῦτα Ἀθηναίων, εἰ μὴ χρηστῶν ἀεὶ καὶ φιλανθρώπων, ὅμως τοιούτων οὐδέποτε ἐπ’ αὐτούς. ἥτις δὲ πρόφασις κεκίνηκεν ὥστ’ ἐπὶ ταῦθ’ ὁρμῆσαι, εἰ μὲν ἄλλο τι ὄν κρύπτουσιν αὐτοί, σαφῶς λέγειν οὐκ ἴσμεν, ὅ δ’ οὖν φασι καὶ ὑμεῖς ἠκούσατε λεγόν- των, Ποτίδαια, ὅτι ταύτην πολεμίαν οὖσαν παρεστη- σάμεθα, καὶ Ποτιδαιᾶται ἀλλήλων γευόμενοι. τοῦτο δὲ τι ποτέ ἐστι καὶ ὅπως συνηνέχθη καὶ τίς ἀρχῆθεν αἰτία τῷδε συμβῆναι, λέγωμεν ἤδη. εἰ δὲ μικρὸν ἀνα- γαγόντες ἐροῦμεν, οὐκ ἔξω τοῦτο καιροῦ. γένοιτο γὰρ ἂν ἐντεῦθεν καὶ ὑμῖν καλῶς ἀκροασαμένοις ἀγνοεῖν περὶ μηδενὸς καὶ ἡμῖν τὸν λόγον τὴν πρέπουσαν λαμ βάνειν ἀρχήν. 7. Ποτίδαιαν τὴν ὑπὸ Παλλήνην, τὸ Θρᾳκικὸν ὄρος, ἴστε που πάντες. ἄποικοι Κορινθίων ἔχουσι ταύ- την. οὕτω Κορίνθιοί φασι καὶ συμφωνοῦμεν ἡμεῖς καὶ ἐθέλει περὶ τούτου οὐδεὶς ἀπιστεῖν. ταύτῃ τοι καὶ ἡ πόλις ἥδε μεγάλως σεμνυνομένη ἐκ τοῦ λέγεσθαι Κο- ρινθίων ἠγάπα τό τε γένος ἐκεῖσε ἀεὶ ἀναφέρειν τούς τε δημιουργοὺς καὶ μάλα ἀσμένως δέχεσθαι ἥκοντας ἐκεῖθεν καὶ ὅ τι προσέταττον ὧς ἑτοιμότατα κατακούειν 24 οὕτω Κορίνθιοι τοὺς ἐκπεμπομένους ἄρχοντας εἰς τὰς αὐτῶν ἀποικίας ὠνόμαζον LV 2 cf. ad p. 13,12; 56,12 7 ὥστ’ om L sed γρ ὥστ’ in marg m 2 13 λέγωμεν scripsi λέγομεν LV Schm 15 ἂν inserui e LV om Schm | καλῶς inserui e LV om Schm 21 τούτου scripsi e LV τούτων Schm 23 τε ante τό τε inser Schm delevi 25 ὃ τι scripsi ὅτι LV Schm καὶ εἶναι μὲν ταύτην αὐτοῖς φιλοτιμιῶν τὴν με- γίστην, ἀρκεῖν δὲ καὶ ἀντὶ πάντων οἷς ἄνθρωποι μέγα φρονοῦσι τὴν μητρόπολιν Κόρινθον.