Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων. Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων.