Αἱ χάριτες γυμναῖς ὅτι δεῖ [τὴν] δωρεὰν [ἀκενοδόξως] εὐεργετεῖν. Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους.