Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευρισκόντων τε νέον κακόν. Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναντίως λεγομένων. Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον. Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων.