Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προςποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρηται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. Αἲξ τὴν μάχαιραν. Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τροπαῖον: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα κατορθούντων. Ἀεὶ κολοιὸς πρὸς κολοιόν: καὶ· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον.