Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται. Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος. Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοηθῶν. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ. Ἀετοῦ γῆρας, κορύδου νεότης. Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούντων· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν.