p. 96 a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. | 110v Μέθοδον ἡμῖν παραδίδωσι δι' ἧς θηρεύθειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι' ἀποδείξεως δείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, τοθτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς εκάστου, λέγει. τῶν δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ επὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει τὸ γένος τὸ ἐκείνου οὗ βοθλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρχει ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζομένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν. p. 98a32 Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον. Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὐπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δ' ἀντὶ τοῦ τὰ καθόλου δ' ἀναγκαῖα γε- 1 σημαινόμενον Ua τοῦ ὅρου transposui: post ὅρος colloc. RUa κυριώτατος Ua 2 post αἰτίαν add. διαφέρειν καὶ R λαμβάνει U 3 an εἴδη ? 4 τὸ om. Ua συμπεράσματος Ua πως om. R 8 ὁρισμόν] ὁ et σμ in ras. U σἴονται U 9 δείκνυται U 11 ὅρους R δὲ R 12 ὑπαρχόντων Ua ἡ ἀρχὴ R: τὸ ἀρχὴν καὶ τέλος Ua 13 τὸ ἀμέγεθες scripsi: τοῦ μεγέθοθους R: τὸ μέγεθος Ua 14 ἐπεκτείνεται] ἐπ in ras. U 15 οὖ B: οὐ RUa τὰ R: δὲ Ua 17 ἢ delevi τό τε ζῶον Ua post λευκόν add ἢ Ua 19 λαμβάνονται scripsi: λαμβάνοντες RUa ὡς scripsi: ἂ R: πῶς Ua post οὐσίας add. εἰσὶν Ua 20 τινὸς scripsi: τινῶν libri 21 post γένος add. τὸ Ua οὐ libri ἐπὶ cm. Ua 23 ἅμα Ua ἐκείνας Ua 27 ληφθείν R (A B u) 28 <ὁ>ἐκ conicio 29 ὑπάρχων 29. 30 καὶ ὅτι ὁ (ὁ om. B) ὁρισμός R 30 τοῦ om. U τὰ, quod coniecerat Waitz Organ. II p. X, R: ταῦτα Ua δ' om. R γράφθαι ‘τὰ καθόλου γὰρ ἀναγκαῖα'· ὡς γὰρ αἴτιον τοῦ τὰ ἐν τῷ τί 110v ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι παρέθετο τὸ ἀναγκαῖα εἶναι τὰ καθόλου. τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν <ὂν> τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε τοῦ ἐπεὶ <δὲ> δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, ὃ καὶ αὐτὸ εἴρηται] ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου] ἀναγκαῖα. <ὃ> εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· ‘τοῦτο γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί”. εἴη εἴη δ' ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου. p. 96 b6 Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον. Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα, δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται δ' ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δε μὴ εἴη δι' ὀνόματος δηλούμενον, ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γέμξ μέν, ἀλλ' ἀνώνυμα. καθόλου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δ;θμα,ομ ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ' ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ ὁμολογείσθω' κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ. p. 96 b10 Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ.| Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ 2 τὸ om. R 2.3 τὰ καθόλου ἀναγκαῖα εἶναι Ua 4 ὂν addidi τῶ Ua: τὸ R πρὸ τούτου R: πρώτου Ua διὰ τοῦ πp. τ. βιβλ.] c. 4 p. 73 b26 sq. 5 ἐπεὶ Ua Arist: om. R δὲ ex Arist. addidi ὅ — εἴρηται delevi αὐτὸς a ante εἴρηται add. οὕτως Ua 6 immo τῆς πρώτης προτάσεως τοῦ 7 καθόλου delevi 8 πρὸ ἀλίγου] p. 96 a 15 11 τῶν γε R 13 δείκνυσιν scripsi: δεικνῦς libri 16 ὦ R: τῶ a, in ras. U 18 μὲν om. Ua 20 διαφορῶν τινος scripsi: διαφόρων τινῶν RUa κατηγορεῖται a εἴη R 21. 22 κατηγορουμένων Ua 23 εἰδῶν R: εἰ δ' Ua 24 τέτρασιν pr. B 27 ἠθροισμένως K 28 ἐφ' R 32 τὴν ὁριστικὴν μέθοδον L τῶν LR: om. Ua post ἀτόμων add. ἤγουν εἰδικωτάτων L δείξας ὁρισμὸν ὄντα παντὸς εἴδους ἀτόμου λόγον ὃς ἤθροισται ἐκ τοιούτων, 111 ἃ ἐν τῷ τί ἐστι κατηγορεῖται κατὰ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, καὶ πιστωσάμενος τὸ εἶναι τοῦ προκειμένου ὁρισμὸν τὸν εἰρημένον λόγον ἐκ τοῦ κατὰ μόνων αὐτὸν κατηγορεῖσθαι των ἀτόμων τῶν ὑπ' ἐκεῖνο, νῦν δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτόμων εἰσὶν εἰδῶν ἀλλὰ καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν; τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν. p. 96 b15 Χρὴ εὲ ὅταν ὅλον τι πραγματεύηταί τις. Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν, πρώτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων <κοινὸν> τῶν ἐν τῷ τί ἐστι τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοὺ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.