p. 95 a28 Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς. Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθάς ἐπὶ τὸ μετ' αὐτὸ καὶ δι' αὐτὸ γεγονὸς ὡς εἶναι, ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ 1 οὗ] οὕτω U 8. 9 an συνυπάρχον? 9 σύνχρονον U 11 post δ' add. ἐστὶν Ua αὐτὸ αἴτιον scripsi: αὐτὰ R: αὐτὸν Ua 12 παντὸς Ua 13 ἃς U: οὓς Ra τὸ Ua: καὶ R τῶν om. Ua 15 αὐτὸ scripsi: αὐτὰ R: αὐτῶν Ua 16 δὲ R ἀκολουθεῖ R 17 τοῦ δὲ a 18 τοῦ τοῦ scripsi: τούτου RU: τοῦ τούτου δὲ a ἔτερον U, post γεγονότος a 20 τοιοῦτο B: τοιοῦτος Ua γὰρ <τὸ> conicio 21 δεῖ Ua 23 fort, <ποτὲ δ' ἐπὶ τοῦ ἐνεστῶτος> ποτὲ 27 ἡ ἀπὸ Ua: ἐπὶ R τὸ R ὡς om. Ua 29 τοῦ alt. om. Ua πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέγωμεν 109r οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δ' οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γέ ἐστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὴ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιςο γεγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέωαι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε <οὐ> συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. δεῖ δὲ τὸ ὥστ' ἐπεὶ τοῦτ' ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε Τὰρ ἀοριστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δ' ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ' αὐτό, οὐδ' ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ χυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνθπάρχει ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνθπάρχειν λαὶ ὁμοῦ γίνεσθαι. p. 95 a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρονον. Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ' ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγπμέμαο τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μὴ ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀίδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει. φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχήν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, συνεχής. ὥστ' εἰ μὴ εἴη τοῦτο, οὐδ' ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, δείκνυσι δείξας πρῶτον ὁτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ 1. 2 ἂν — ἂν Ua λέγομεν λέγομεν 3. 4 τῷ αἰτίῳ τὸ αἰτιατὸν scripsi: τὸ αἴτιον τῶ αἰτιατῶ RUa 4 εἰ γάρ Ua post εἰ alt. add. τε R 6 οὔ Ua: ὄν R 7 άληθῶς a 8 immo λέγειν; an τὸ οὐ addidi 9 ἐγχρονήσει R 10. 11 οὔτε γὰρ ex Arist. scripsi: inv. ord. RUa 12 τούτου scripsi: τοῦ RUa ἀκολούθησις Ua 13 ἐσομένων alt. scripsi: λεγομένων RUa εἰς U 16 τὸ <γὰρ> κυρίως sive τὸ κυρίως, τὸ κυρίως> conicio 17 καὶ om. R 18 συνυπάρχειν — γίνεσθαι scripsi: συνυπάρχει — RUa 20 post εἰ add. καὶ R 21 γενόμενον U ἐσομένου scripsi: ἐσόμενον RUa 23 γίεσθαι scripsi: γίνεται RUa μεθόπωρον U διαλιπεῖν R εἴτε R 24 μεθοπώρου U τὸ θέρος ante αἴτιον colloc. Ua 24. 25 τῷ η' τῆς Φυσ. ἀκp.] c. 8 p. 261 b 27 sq. 25 τούτω U 26 πέμπτου om Ua σωκράτους a 27 ἔνθα Ua ὅσα a 29 ταῦτα γίνεται R: γὰρ ταῦτα Ua 30 δὲ ὔντος U 32 δείκνυσι om. R εἰσὶ R 32. p. 576, 1 εἴπομεν R τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετ' αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ 109r ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλ' ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ' ἐστὶ τὸ νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα εν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὦν ὁ χρόνος συνεχής, τὰ δ' ἐν οἶς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ' ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷςον τε συνεχὲς γενέσθαι, οὕτως οὐδὲ ἔκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τ’ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ πἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ ὁ ἀδιαίρετον οὐδὲν ἔχον κοινὸν <οὐδ’ ὅρον κοινὸν> ἕξει πρός τι. p. 95 b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως 109v δεῖ λεχθῆναι περὶ τούτων. Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν συνειρειν. p. 95 b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω. Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως' ἀλλ' ἐφεξῆς· ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὗν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ', ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον 1 μετ’ αὐτὸ Ua: μετὰ τοῦτο τὸ R δὲ alt. scripsi: διὰ RUa: om. B 3 γεγονέναι scripsi: γέγονε RUa 4 δὴ (post τοῦτο) B 5 εἴδη Ua 7 χρόνοι prius scripsi: χρόνος RUa 10 οὐχ οἷόν τε Ua 11 γινομένω scripsi: γινόμενον libri 11. 12 συνεχῆ Ua 13 γινόμενον scripsi: γενόμενον libri 14 ὧν ἐστιν ὅρος κοινός Ua 15 ἔχον Ra: ἔχειν U οὐδ' ὅρον κοινὸν addidi 16 τῶ 11 18 τέτρασι RUa: τοῦ δ' B 19 ἐχόμενα RUa: συνεχόμενα B 23 τὸ μέσον om. R: τὸ μὲν, om. alt. τὸ B (A d) 26 γινομένοις scripsi: γινόμενον libri 28 post ὅτι add. τε R 30 πρώτου R: πρὸ τοῦ Ua 32 τε om. U εἰπεῖν Ua γεγονός τῆς ἀκολουθάς γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ 109v τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἴπε διὰ τὸ ἐγγύτερον εἰναι τοῦ νῦν. p. 95 b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον. Οὕτω φησὶ τὴν ακολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὴ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆφις εἰς ἄμεσον ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ' ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπ' ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ γεγονέναι τι ἢ γίνεσθαι οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ' αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, μεθ' ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον.