p. 94 b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ' ἐξ ἀνάγκης. Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική. 1 τῶ (ante τὸν) R γίνεται U 3 δὲ R: om. Ua 4 οὕτως Ua: οὖ R τὸ RU: τί a 5 τὸ pr. I. R οὗ prius om. U 6 οὖτος scripsi: οὕτως RUa 10 μὲν om. R γίνονται Ua 12 τὸ om. a 16 αἴτιον R: κατὰ τὴν ὕλην. τὸ γὰρ ἐξ ἀνάγκης Ua του R: οm. Ua τὸ tert. addidi 17 εἶναι R: ναί Ua 18 τὴν βροντήν scripsi: τῆς βροντῆς RUa καὶ τὴν τελικήν R: om. Ua 20 εἶναι ἅμα Ua 21 γενομένοις R 23 post μάλιστα add. ἄλλα Ua 29 ποιεῖ R κατ' ειδος Ua p. 94 b37 Ἡ δὲ ἀνάγκη διττή. 108r Ὅτι καὶ ἡ ανάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ. p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην. Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά <του> ἠ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι. p. 95 a3 Εν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει. Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς Ι γινομένοις φύσει. τῶν δ' ἀπὸ διανοίας 108v ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ' αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ' οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ. p. 95 a5 Τὰ δὲ καὶ ἀπὸ τυχης, οἷον ὑγίεια καὶ σωτηρία. Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμέωα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μὴ. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, καὶ] ὅτι τὸ ἕνεκά του ἢ φυσει η τεχνῃ, ού μὴν από τυχης.