p. α 25 Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἀμφω ἔχει, ἐπὶ τοῦ μεσου εσται προτερον. Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἔλαβεν, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστιν τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τί ἐστιν ὡς τὸ τί εἶναι κατηγορούμενον δεῖ ἐν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ A πρῶτον ὁρισμὸς διὰ] τοῦ B, εἰ διὰ τούτου δεκνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ B ἄλλο τοῦ Γ, τὸ A πλειόνων ὁρισμὸς ἂν εἴη, ὄπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ B τῷ Γ, Τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ A ὂν ὀρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εῖναι τοῦ B, ὅ ἐστι ταὐτὸν τῷ Γ, ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἐστιν, ἔλαβε χωρὶς ἀποδείξεως τὸ A τοῦ B ὀρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν <ἐστιν> ὅτι ὁ οὕτως ἀποδεικνὺς οὖ βούλεται δι’ τὸν ὀρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εῖναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ B ὡς ὁρισμὸν καὶ ἐν τῷ τί τί εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον 3 ante ὅτι alt. add. alt. R 3.4 ὁρισμοῦ καὶ ἴδιον τὸ ἐν — κατηγορεῖσθαι R 6 post κατηγορούμενον add. ταῦτα δ’ ἀνάγκη ἀντιστρέφειν B 6 δὲ] δὲ] γὰρ γὰρ a 8 δεῖ post προτάσεσιν colloc. L τοῦ (ante τί) U 10 ἔστιν εστιν LR: ἔστι δὲ post κεγόμενον add. ὅτι Ua: τοιοῦτον L δὴ Ua: δὲ LR post ἐστιν add. ἤγουν τὸν ὀρισμὸν L 11 δηλονότι post τε colloc. L 14 δὲ R (n, pr. D) 14. 15 τί ἐστιν ἄμφω ταῦτα ἔχει ἐπὶ μέσου, ἔσται πρότερον τὸ τί ἦν εἶναι Ua 16 post μὲν add. οὖν L ἔλαβεν LR: ἐλάμβανεν Ua 17 προσθεῖναι LR: προστιθέναι Ua οὕτως scripsi cf. p. 548,9: οὖ LRUa 19 πρῶτος R διὰ prius delevi 20 οὖν om. B 21 post τοῦ ݲ add. εἦ L 22 τῶ τοῦ R τὸ a scripsi: αὐτὸ R, ante δεῖξαι Ua: ὅτι τὸ ݲ L 22.23 ἐστὶν ὀρισμὸς L 24 ἢ L: om. RUa post ἐρεῖ add. ὅ Ua ἔτι om. L ἔστιν—ὁρισμοῦ L 26 ὁ οὕτως LR: τὸ ݲ Ua 27 ὁρισμόν L ante λαμβάνει add. εἶναι L 29 τὸ alt. LR: τοῦ Ua λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἧν εἶναι. τοῦτο δ᾿ ἐβούλετο 104v δεῖξαι τὶ τί ἧν εἶναι τοῦ Γ δι᾿ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι. p. 91a30 Τούτου δ᾿ ἔσται ἄλλος λόγος. Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δ᾿ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός. p.91a33 Δεῖ δ᾿ ἐν ταῖε δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ ἀμέσοις σκοπεῖν. Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένου ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τᾠ τί ἦν εἶναι κατηγορεῖσθαι. | p.91b12 Ἀλλὰ μὴν οὐδ᾿ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, 104r καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται. Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ δι᾿ ἐκείνων δεικνύμενον· ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι᾿ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεινύμενον συμπέρασμα ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπλερασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι. p.91b20 Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο. Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καῖ ἅμα ἀνάγκη, ὡς ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν μνημονεύσει. 1 οὕτω scripsi cf. p. 548,9: οὐ LURa δὲ βούλεται LR 2 τὸ om. LR 3 ἀποδεῖξαι LR τὸ βݲ om. L 5 τούτου τοῦ ᾱ R: τοῦτο δ᾿ Ua 5.6 ἤτοι—λόγος R: om Ua 6 βݲγݲ Β 8 ᾱ R: om. Ua ἔσται prius Ua: om. R ὃς B: om. RUa 11 ἀμέσους om. B 12 φανερὸν <ἂν> conicio 17 διαιρετῆς L 18 οὐδὲ L 19 τιθέμενον LR 20 οὐδαμῶς L 22 τι LUa: τινὰ R 23 τοῖς ληφθεῖσιν om. L 25 καὶ γὰρ τῶ συλλογισμῶ L: καὶ οὐκέτι συλλογισμὸς Ua 26 συμπλερασμα om. L post ἀνάγκης add. γὰρ RUa: om. BL 30 post ἀνάγκη add. εἶναι L ἐν τῷ Περὶ ἑρμ.] c. 11 p. 20b35 31 προϊών] c. 6 p.92a29 sq. μνημονεύσει L: μμημονεύει RUa