p. 90b21 Ὥστ᾿ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτον ἐστι τὸ τὴν 103r ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον. Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι᾿ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ δι᾿ ὁρισμοῦ γνωστὸν καὶ δι᾿ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ᾿ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι᾿ ῥισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων. p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι. Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι᾿ ὁρισμοῦ γνῶσις. νῦν δ[ε προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ᾿ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι. p.91a7 Φανερὸν ἄρα ὅτι | οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις, 103v δειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός. Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ δι᾿ ὁρισμοῦ τε καὶ ἀποδείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γὰρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ᾿ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ᾿ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ᾿ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς ἀποδείξως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμῦ ἀπόδειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ᾿ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ᾿ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι᾿ ἀποδείξεως καὶ δι᾿ ὁρισμοῦ γίνεσθαι· νῦν δ᾿ εἰ ἔστι τὸν ὁρισμόν τινος δι᾿ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ. 1 ἀποδεικτόν Ba Arist.: ἀποδεικτικόν RU (D M n) 3 γε R 4 ἀποδεικτοῦ scripsi: ἀποδεικτικοῦ LRUa ante ἐπιστήμη add. ἐστιν L εἰ alt. om. LR post εἴη add. δὲ L 5 ἀποδεικτὸν Β: ἀποδεικτικὸν LRUa μὲν οm. L 6 ἐνδέχεται, om. ἂν L 8 τῶν alt. Ua: om. R 9 ὅτι Ua Arist.: τί R 10 ἢ Arist.: εἰ R (d, pr. M): om. Ua (n) 13 ἕτεραι Ua: ἕτερα R 15 εἶναι alt. scripsi: ἐστιν R: om. Ua 16 οὗ] ὁ Β 16 et 17 πάντως RUa (D): παντὸς Arist. 18 ὁρισμοῦ ἀπόδειξιν LR: inv. ord. Ua post ἥδη add. καὶ Ua: om. LR 19 εἰρημένων LR: προειρημένων Ua 20 προεῖπεν] p. 90b2 sq. post οὗ add. ἐστιν L 22 οὐ om. R: τὰ περὶ L 23 post καὶ add. ὅτι Ua: om. LR 24 ἀποδεικτή scripsi: ἀποδεικτική libri 24.25 ὁ ὁρισμὸς ἀποδεικτός L: ὁρισμός R 25 τοῦτο LR: τούτω Ua κἀκείνοις scripsi: κακείνω LR: ἐκεῖνο Ua ὃ LR: ὅτι Ua 26 post πως add. καὶ αὐτὸ Ua: om. LR παρ᾿ ἐκεῖνα L 27 ἀπ᾿ L 28 γενέσθαι Β p. 91 a 14 Ὁ μὲv γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ 103v μέσου· τὸ δὲτί ἐστιν. Ὅτι τοῦ τί ἐστιν οὐκ ἐστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἵδιόν ἐστιν ἐν τῷ τί ἐστι κατηγορύμενον· τὸ γὰρ ἅλλως ἴδιον συμβεβηκὸς καὶ οὑκ ἐν τῷ τί ἐστι κατηγορούμενον. p. α 24 Τὸ δὲ ἐστιν ἄμθω ταῦτα ἕξει· ἔσται8 ἄρα καὶ τὸ B κατὰ τοῦ Γ, τὸ τί ἐστιν. Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι τὸν ὁρισμόν, ἐπήνεηγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ ‘δέ’ ἀντὰ τοῦ ‘δή’ χρησάμενος. ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί έστιν ἄμφω ταῦτα ἕξει, τό τε AB καὶ τὸ ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ AB πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ ἐπόμενον ἄτοπον ἐριξέρει λέγων.