p. 99 a23 Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ. Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρὼτον μέσον εἶπε, τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ' ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ' ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φθλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν. 2 τὸ prius LR: om. Ua 3 ὁ κατηγορούμενος L : τὸ κατηγορούμενον RUa ληφθείη L: ληφθῆ RUa 5 καὶ tert. om. a 10 τὸ πρῶτον U (n) cf. vs. 7 et 17: om. Ra 11 διὰ— γίνονται om. L δείκνυνται R 12 post Τὰρ add. αἱ ἐπιστῆμαι L καθ' αὑτά L 14 τῶν alt. om. L 20 μὲν τῷ L 21 θάτερον L: θατέρου RUa: θάτερα Arist. πρῶτον Ua: om. LR 21.22 τὸ δὲ κατηγορούμενον Ua 22 ante τῷ add. καὶ L τῷ L τὸ RUa 23 μέσον RUa: μὲν L 24 αἵτιον L, at cf. vs. 28 καὶ om. R: δὲ ὡς L 26 τούτου L: τοῦτο RUa 27 post κοινοῦ add. δηλαδὴ τοῦ πλατυφύλλου L τοῦ alt. LR: τὸ Ua μέσον om. L ὃ L: ὅτι RUa 28 αἰτία ἐστὶ LR: inv. ord. Ua τὸ R p. 99 a30 Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.| Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι 114v καὶ τῶν ὅρων καθόλου, ἐν οἷς τὸ πρὸ τοῦ πράγματος αἴτιον λαμβάνεται, ὃ καὶ ὁρισμὸς ἦν τοῦ ἐν τῷ προβλήματι κατηγορουμένου. καὶ τίνες μὲν ἀντιστρεφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δ' οὔ, τὸ αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει τῶν ὅρων γνωριμώτερον καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον. p. 99a35 Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει. Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου κατηγορουμένου τὸ μὲν ἐπ' ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἷπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δ' ἀντιστρέφει· τοῦτο δ' ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπ' ἴσης καθ' αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου. p. 99 a36 Δεῖ ἄρα τὸ A ἐπὶ πλέον τοῦ Β παρεκτείνειν. Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ A τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι' οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὸ ὧν τὸ Β κατηγορεῖται; καὶ πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν. p. 99a37 Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α. Ὀ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ A μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ B, ἀλλὰ καὶ τοῖς E, ἔσται πάντα τὰ E ἄλλα τοῦ B, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ B κατὰ μόνων ὦρ Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ B τὰ E, οὐκέτ' ἂν ἐπὶ πλέον εἴη τὸ A εἰλημμένον τῶν τε E καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ E τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μὴ, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ E, τὸ A παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ E; 1 ὡδὶ Ua 2 εἶπε μὲν scripsi: ε/'ιπομεν libri ἀκολουθήσεως LR: ἀκολουθίας Ua 3 καὶ περὶ τῶν καθόλου ὅρων L 4 καὶ ὃ R: ὃ 0111. L 5 τῶ ὑποκειμένω L δείξας LR: om. Ua 6 post ἐκθέσει add. τε LR 7 πιστώτερον L 8 post παρεκτείνει add. τοῖς δὴ ݲ αἴτιον τοῦ a τὸ p R 9 λέγων νῦν Ua 10 καὶ alt. R: ὃ Ua, corr. B 11 ὡς Ua 11. 12 ἅπαντα δ' ἀντιστρέφει om. R 15 παρεκτείνει Ua post παρεκτείνειν add. ἤτοι τοῦ ὑποκειμένου R 18 περὶ R 20 δὴ Arist.; δὲ μὴ RUa 23 ἀλλὰ Ua: ἀλλήλ . . . διὰ R post δηλονότι add. τουτέστιν B οὐχ superset. B ݲ tert. R: ݲ Ua 24 πίπτειν Ua 25 εἰλημμένων R τὰ αὐτὰ Ua τὰ ݲ om. R 26 παντὶ (?) ὑπάρχει R 27 ᾧ τὸ Arist.: τὸ R: τῶ Ua οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ E, ἐὰν τῷ μὲν Ε τὸ A παντίν, 114v μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον <ᾖ> ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ E κατηγορεῖται, ἐπ' ἴσης ἔσται τὸ τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β ὥστε καὶ τῷ A τὸ E παντί. ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ E ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ A τᾷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔστι τι τοῦ καὶ τὸ A τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ B; τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ εἰ δὲ μὴ, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς E τὸ A ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι' αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ A τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ A τοῖς Δ ὑπάρχειν ἐδείκνυτο'· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ E ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ E ἔσται τι ἕν, τουτέστιν ὑφ' ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ B. εἰ δή ἐστι τὰ E ὑπό τι ἔη τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο <ὃ> πάλιν αἴτιον τὸ A τοῖς E ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς E ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ A.