p. 97 b7 Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα. Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπ' αυτῆς πρὸς τοὺς ὁρισμοὺς χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ τῶν ὑπὸ τὸ γένος ἀτόμων εἰ δῶν δεῖ τὸν τοῦ 112v γένους ὁρισμὸν λαμβάνειν· εἶπε γὰρ " τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα”. ἐκείνοις γὰρ συνάπτει ταυτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς γενος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν απὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει. p. 97 b 24 Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας. Τοῦτο εἶπεν οὐζ ὡς εἴδη γένους λαμβάνων οὕτως γὰρ ἂν καὶ ἡ μεγαλοψυχία γενος ἧν εἴδη ἔχουσα δύο), ἀλλ' ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία. 2 τῶ R: τὸ Ua 4 ἐποίει Ua: καὶ ποιεῖ R: ποιεῖ B γένει a 5 ὡς γένος διαιρεῖσθαι Ua 6 post κατὰ add. τὴν Ua 8 παρείαται Ua ἂν om. R τό om. Ua 9 ἀποδεδομένος scripsi cf. vs. 12: ἀποδιδόμενος RUa post εἰ add. ἔτι Ua ἔλιπέ B γένη R 12 αποδιδόμενος Ua 16 ἐπάνεισιν ἐπὶ Ua 18 εἶπε] p. 96 b21 20 χρώμενοι scripsi : χρώμενος Ua: χρώμεθα R 21 τὰ] γὰρ B φαντασίας ἔχοντες R 22 τὸ om. Ua 24 οὐ Ua: οὐδὲ R δὴ om. Β 25 τοῦτο Ua: τούτω R δυνησώμεθα Ua 26 τὀν om. R 27 ἐν τοῖς ἐπάνω] p. 96 b15 15 sq. 28 fort, <ἦν> ἡ 29 δύο ἂν εἴδη Ua: δύο εἴδη ἅν Arist. 31 ἦν om. R ἀλλ' p. 97 b26 Αἰεὶ δ' ἐστὶ πᾶς ὅρος καθόλου. 112v Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι τοὺς ὁριζομένους λέγει. p. 97 b28 Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν. Καθ' ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα ἂν λέγοι τοῖς προειρημένοις) ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθ' ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ' ὁρίσασθαι τὸ ἄτομον εἶδος, ὁτι τὰ καθ' ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς τῶν κατηγορουμένων. εἰ δὴ γνωριμέτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ' ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας. p 97 b29 Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον. Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάττεσθαι τὰς ὁμωνυμέας, εὐφυλακτότεραι δ' ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν ὁρισμῶν ποιεῖσθαι.