Satyrus ἤδη μὲν Ζεφύροιο ποητόκου ὑγρὸν ἄημα ἠρέμα λειμῶνας πίτνει ἐπʼ ἀνθοκόμους· Κεκροπίδες δʼ ἠχεῦσι· γαληναίη δὲ θάλασσα μειδιάει, κρυερῶν ἄτρομος ἐξ ἀνέμων. ἀλλʼ ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται, πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας. ὦ ἴτʼ ἐπʼ ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ, ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι. Archias τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον ναῦται Θρηικίου θέντο πόρου φύλακα, πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός, ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον. τοὔνεκεν οὔτʼ ἄκνισον, ὅπερ θέμις, οὔτʼ ἐπιδευῆ εἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων, ἀλλʼ αἰεὶ θυόεντα καὶ ἔμπυρον· οὐδʼ ἑκατόμβη τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται. Archias βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν, αἰθυίας οὔποτε % ἀντιβίας, φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπʼ ἀκταῖς ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων. ἀλλʼ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος. λεύσσω καὶ τὰ θέοντα καθʼ ὕδατος· ἦ γὰρ ἀπʼ ἔργων δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον. Anonymi Epigrammatici τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον, ʽδ̔ίκτυʼ ἄγʼ ἁπλώσασθε,ʼ πολὺν δʼ ἁλινηχέα βῶκα καὶ σκάρον, οὐ θρίσσης νόσφιν, ἀρυσσάμενοι, γλαυκὸν ἐνιδρυνθέντα νάπῃ σημάντορα θήρης τίετʼ, ἀπʼ οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι. Archias Πᾶνά με τόνδʼ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην Πᾶνα, τὸν εὐόρμων τῇδʼ ἔφορον λιμένων, οἱ γριπῆες ἔθεντο· μέλω δʼ ἐγὼ ἄλλοτε κύρτοις, ἄλλοτε δʼ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις. ἀλλὰ παράπλει, ξεῖνε· σέθεν δʼ ἐγὼ οὕνεκα ταύτης εὐποιΐης πέμψω πρηΰν ὄπισθε νότον.