Palladas ἡ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή· μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω, ὅς, λαλέειν εἰδὼς, ἑτέρους ἐδίδασκε σιωπᾷν, φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος. Palladas ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν οὐ γὰρ ἔοικεν γαστέρι πενθῆσαι νεκρόν Ὅμηρος ἔφη· καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα σίτου μνησαμένην τὴν Νιόβην παράγει. Palladas μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο, ἐστὶ παροιμιακόν. τῷδε δʼ ὅμοιον ἐρῶ· μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης, μηδʼ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ. πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας σεμνότερον, δικάσαι μὴ ῥυπαρῶς δύναται; Palladas καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι· εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα, ἐκκεῖσθαι δʼ ἐμὲ πᾶσι χολὴν μὴ ἔχοντα κελεύεις, ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα, μηδὲ πνέειν. Palladas τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος, ἀντʼ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους τοὺς αὐτῇ προσιόντας· ἑταίρα δʼ οὖσα πανοῦργος, τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει· τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν, εἶτʼ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων. ἔμφρων δʼ ὢν Ὀδυσεύς, τὴν νεότητα φυγών, οὐχ Ἑρμοῦ, φύσεως δʼ ἰδίας ἐμφύντα λογισμὸν εἶχε γοητείας φάρμακον ἀντίπαλον.