Pseudo-lucianus πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής· τἆλλα δʼ ἔχει λύπην πλείονα τῶν κτεάνων. τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιον κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται. εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπʼ ἄλλῳ σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος, οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι. Pseudo-lucianus ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω· κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή. Anonymi Epigrammatici ἓξ ὧραι μόχθοις ἱκανώταται αἱ δὲ μετʼ αὐτὰς γράμμασι δεικνύμεναι ζῆθι λέγουσι βροτοῖς. Palladas ἢν ὁ φίλος τι λάβῃ, δόμινε φράτερ εὐθὺς ἔγραψεν ἢν δʼ αὖ μή τι λάβῃ, τὸ φράτερ εἶπε μόνον ὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγε οὐκ ἐθέλω δόμινε, οὐ γὰρ ἔχω δόμεναι. Palladas ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης. ἀλλʼ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν, ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον. ἐκ πηλοῦ γέγονας· τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως εἶπʼ ἄν τις, κοσμῶν πλάσματι σεμνοτέρῳ. εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.