Pseudo-lucianus οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην οὐ γὰρ ἔθʼ ὡς ἐχθρὸν προφυλασσόμεθʼ, ἀλλʼ ἀγαπῶντες ὡς φίλον, ἐν τούτῳ πλείονα βλαπτόμεθα. Pseudo-lucianus ἡ βραδύπους βουλὴ μέγʼ ἀμείνων ἡ δὲ ταχεῖα αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει. Dionysius ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι. Anonymi Epigrammatici θησαυρὸς μέγας ἔστʼ ἀγαθὸς φίλος, Ἡλιόδωρε τῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ. Theognis μή ποτε, τὸν παρεόντα παρεὶς φίλον, ἄλλον ἐρεύνα, δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.