Pseudo-lucianus θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς ἢν δὲ μή, ἀλλʼ ἡμεῖς αὐτὰ παρερχόμεθα. Palladas πολλὰ μεταξὺ πέλει κύλικος, καὶ χείλεος ἄκρου, Anonymi Epigrammatici ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλὸν αἰσχρὰ δέ, δεινόν, κἂν ὦσιν τούτων ἄξιοι ὧν λέγομεν. Palladas εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι· εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει; οὔτε μεριμνήσεις δίχα δαίμονος, οὔτʼ ἀμελήσεις· ἀλλʼ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει. Pseudo-lucianus εὖ πράττων, φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι, καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου· ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλʼ ἅμα πάντα ἐχθρά, Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.