Pseudo-lucianus ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε, ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων. ἔστι δʼ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο. Pseudo-lucianus ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας, οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος. Pseudo-lucianus τοῖσι μὲν εὖ πράττουσιν πᾶς ὁ βίος βραχύς; ἐστιν, τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος. Pseudo-lucianus οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλʼ ἀκολάστοις ψυχαῖς ἀνθρώπων ἔσθʼ ὁ Ἔρως πρόφασις. Anonymi Epigrammatici ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ, πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις.