Philodemus Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίων σύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων, Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν, τὸν χιόσι ψυχὴν Κελτίσι νιφόμενον, Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα, τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει, Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι, Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας. Bianor μὴ πόδα γυμνὸν ἔρεσσε διʼ ὑλάεσσαν ἀταρπὸν Αἰγύπτου· χαροπῶν φεῦγε διὲξ ὀφίων, ἀγρεῦ δουνακόδιφα· τὸν ἐκ χέρσου δὲ φύλαξαι ἰόν, ὁ τοξεύειν ὄρνιν ἐπειγόμενος. Automedon Νικήτης ὀλίγοις μὲν ἐπὶ προτόνοισιν, ἀήτης οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης· ἀλλʼ ὅταν ἐμπνεύσῃ, κατὰ δʼ ἱστία πάντα φέρηται, λαίφεα πακτώσας, μέσσα θέει πελάγη, ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων ἔλθῃ ἀκυμάντους † ἔμπροσθεν εἰς λιμένας. Crinagoras φρὴν ἱερὴ μεγάλου Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοις ἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα· κἠμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπʼ ἀήτῃ ὤρεξας πρηεῖʼ ἀσπασίῳ λιμένας. Antipater Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου ναίων, τρηχείης ἀντιπέρην Ἰθάκης, δός με διʼ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν, Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ ἵλαον, εὖ δʼ ὕμνοις ἄρτισον ἡμετέροις.