Theaetetus ἤδη καλλιπέτηλον ἐπʼ εὐκάρποισι λοχείαις λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων ἤδη ἐπʼ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην· καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις. ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης νηοφόροις νώτοις εὔδια πεπταμένης, οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις, οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη. ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν, ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας, ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει. Antiphilus Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃ πέμπε κατὰ σταθερῆς οἰχομένην; ὀθόνην ἄχρις ἐπὶ Τρίτωνα· σὺ δʼ ἠόνος ἄκρα λελογχὼς τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην· κεῖθεν δʼ, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί, πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ. Marcus Argentarius Γῶβρυ, Διώνυσός σε καὶ ἡ φιλεράστρια Κύπρις τέρποι, καὶ γλυκεραὶ γράμμασι Πιερίδες· ὧν μὲν γὰρ σοφίην ἀποδρέπτεο· τῆς δʼ ἐς ἔρωτας ἔρχεο· τοῦ δὲ φίλας λαβροπότει κύλικας. Apollonides ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳ κείρεο, καὶ γενύων ἠιθέους ἕλικας, Γάιε· σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλον Λεύκιος, αὐξομένου πουλὺν ἐς ἠέλιον. δωρεῦνται χρυσέοισιν, ἐγὼ δʼ ἱλαροῖς ἐλέγοισιν οὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη. Adaeus ἤν τινα καλὸν ἴδῃς, εὐθὺς τὸ πρῆγμα κροτείσθω· βάζʼ ἃ φρονεῖς· ὄρχεων δράσσεο χερσὶν ὅλαις· ἢν δʼ εἴπῃς, τίω σε, καὶ ἔσσομαι οἷά τʼ ἀδελφός, αἰδώς σου κλείσει τὴν ἐπὶ τοὔργον ὁδόν.