Satyrus εἴτε σὺ γʼ ὀρνεόφοιτον ὑπὲρ καλαμῖδα παλύνας ἰξῷ ὀρειβατέεις, εἴτε λαγοκτονέεις, Πᾶνα κάλει. κυνὶ Πὰν λασίου ποδὸς ἴχνια φαίνει· σύνθεσιν ἀκλινέων Πὰν ἀνάγει καλάμων. Anonymi Epigrammatici τῇδʼ ὑπὸ τὰν ἄρκευθον ἴτʼ ἀμπαύοντες, ὁδῖται, γυῖα παρʼ Ἑρμείᾳ σμικρὸν ὁδοῦ φύλακι, μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι. πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος. ἅ θʼ ὑπὸ πέτρᾳ πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον ἔνδιον δὲ φυγόντες ὀπωρινοῦ κυνὸς ἄσθμα, ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε. Satyrus ἦ καλὸν αἱ δάφναι, καλὸν δʼ ὑπὸ πυθμέσιν ὕδωρ πιδύει, πυκινὸν δʼ ἄλσος ὑποσκιάει τηλεθάον, ζεφύροισιν ἐπίδρομον, ἄλκαρ ὁδίταις δίψης καὶ καμάτου καὶ φλογὸς ἠελίου. Agathias Scholasticus εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα· οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται. οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν κάρφεσι κολλητὸν πηξαμένη θάλαμον. θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν, κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους. Paulus Silentiarius ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει εἴαρος εὐλείμων θελξινόοιο χάρις· ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις ὁλκὰς ἀπʼ ἠιόνων ἐς βυθὸν ἑλκομένη. λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται, πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης. πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.