Leonidas Λεωνιδοτ ὀ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼν ἤδη μέμβλωκεν, χὠ χαρίεις Ζέφυρος· λειμῶνες δʼ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη. ἀγκύρας ἀνέλοιο, καὶ ἐκλύσαιο γύαια, ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην. ταῦθʼ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι ὁ λιμενίτας, ὤνθρωφʼ, ὡς πλώοις πᾶσαν ἐπʼ ἐμπορίην. Antipater Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα πορφύρει τρομερῇ φρικὶ χαρασσομένη· ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν οἰκία, λειμώνων δʼ ἁβρὰ γελᾷ πέταλα. τοὔνεκα μηρύσασθε διάβροχα, πείσματα ναῦται, ἕλκετε δʼ ἀγκύρας φωλάδας ἐκ λιμένων· λαίφεα δʼ εὐυφέα προτονίζετε. ταῦθʼ ὁ Πρίηπος ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου. Anonymi Epigrammatici εἰς ἀίδην ἰθεῖα κατήλυσις, εἴτʼ ἀπʼ Ἀθηνῶν στείχοις, εἴτε νέκυς νίσεαι ἐκ Μερόης. μὴ σὲ γʼ ἀνιάτω πάτρης ἀποτῆλε θανόντα· πάντοθεν εἷς ὁ φέρων εἰς ἀίδην ἄνεμος. Marcus Argentarius λῦσον ἀπʼ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν, εὔτροχα δʼ ἐκπετάσας λαίφεα ποντοπόρει, ἔμπορεʼ χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος· ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον ἄνθεα δʼ ἀντέλλουσι κατὰ χθόνα· τῷ σὺ Πριήπῳ πειθόμενος πάσης ἅπτεο ναυτιλίης. Thyillus ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀνʼ οἶδμα κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος· ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος. σχοίνους μηρύεσθε, ἐφʼ ὁλκάδα φορτίζεσθε ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις. ταῦτʼ ὔμμιν πλώουσιν ἐπʼ ἐμπορίην ὁ Πρίηπος ὁ λιμενορμίτης ναυτιλίην γράφομαι,