Palladas ἀχρὰς ἔην θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην, δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω, Julius Polyaenus εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰς ἢ φόβος εὐχομένων, ἢ χάρις εὐξαμένων, Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέων κλῦθι, καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ, ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃ ζώειν, τῶν δολιχῶν παυσάμενον καμάτων. Julius Polyaenus ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον ἡ πυμάτη δὲ ἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας. Julius Polyaenus πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης· δῴης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις ἤδη, καὶ καμάτων ὅρμισον εἰς λιμένας. οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶ φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος. Antipater Πούλυπος εἰναλίῃ ποτʼ ἐπὶ προβλῆτι τανυσθεὶς ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πέδα· οὔπω δʼ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών πλοχμοῖς δʼ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥα ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου.