Menecrates εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι γηράσκειν πολλῶν εἰς ἐτέων δεκάδας. Philippus Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον ἐς ποταμὸν δʼ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν, κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη. καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας· ἡ δὲ μένουσα ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν. δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ· ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως. Pamphilus τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα,, μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων; ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος; Antipater καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπʼ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην, κάπων τʼ αἰώρημα, καὶ Ἠελίοιο κολοσσόν, καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον, μνᾶμά τε Μαυσώλοιο πελώριον ἀλλʼ ὅτʼ ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον, κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπου ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο. Antipater τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων ἁ μὲν Ἀθηναίαν πολεμαδόκον, ἁ δʼ Ἀφροδίταν, ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δʼ ἀφόβητον Ἄρη, σεῖο κατʼ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα. θείη ἀνίκατον μὲν ὁ βουφάγος. ἁ δέ σε Κύπρις εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.