Mimnermus τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ. Plato αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην. Carphyllides ἰχθύας ἀγκίστρῳ τις ἀπʼ ᾐόνος εὔτριχι βάλλων εἵλκυσε ναυηγοῦ κρᾶτα λιποτριχέα. οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσώματον χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον. εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις. Nicodemus Ἱπποκράτης φάος ἦν μερόπων, καὶ σῴετο λαῶν ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν ἀίδῃ. Menecrates γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δὲ ποτʼ ἔλθῃ, μέμφεται· ἔστι δʼ ἀεὶ κρεῖσσον ὀφειλόμενον.