Statyllius Flaccus χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δʼ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν ῥῖψεν, ὁ δʼ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον. Antipater πηρὸς ἄπαις, ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι εὐξαμένη, δοιῆς ἔμμορεν εὐτυχίης· τίκτε γὰρ εὐθὺς ἄελπτα μετʼ οὐ πολύ, καὶ τριποθήτου αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους. Ἄρτεμις ἀμφοτέροισιν ἐπήκοος, ἥ τε λοχείης μαῖα, καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων. Anonymi Epigrammatici τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα, ἀλλὰ μʼ ἀναγκάζει ποιμένος ἀφροσύνη. αὐξηθεὶς δʼ ὑπʼ ἐμοῦ, κατʼ ἐμοῦ πάλι θηρίον ἔσται· ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται. Anonymi Epigrammatici Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς διʼ ἔρωτα Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης. Anonymi Epigrammatici ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμένʼ εὗρον οὐδὲν ἐμοὶ χʼ ὑμῖν· παίζετε τοὺς μετʼ ἐμέ.