Ζosimus οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷ ῥύομʼ ἀρειτόλμου θυμὸν Ἀναξιμένους, ἀλλὰ καὶ ἐκ πόντου, ὁπότʼ ἔσχισε νῆα θάλασσα, ἀσπίς, ἐφʼ ἡμετέρης νηξάμενον σανίδος. εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ, τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων. Theon ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων, ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα, μόθου, ἄγριον οὐδʼ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτί, καὶ πικρὴ ναυτέων ἔπλεθʼ ἁλιφθορίη, συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα, ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων. Julius Leonidas εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ, τὸν μέν, ἀριστεύσας· τὸν δʼ, ἐπινηξάμενος, ἀργέστης ὅτʼ ἔδυσε νεὼς τρόπιν ἀσπίδα δʼ ἔσχον σωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ. Parmenion ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις δουλεύσω, Μουσέων ἄνθεα βοσκόμενος. μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρʼ ὀφρὺν στήσομαι οἶδʼ ὀλίγης δαιτὸς ἐλευθερίην. Statyllius Flaccus χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον αὐτὰρ ὁ χρυσὸν ὃν λίπεν οὐχ; εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.