Antiphilus ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτων πόντος, κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος. Secundus ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον, καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη, ἣν ὁ μέλας οὔτʼ Εὖρος ἐπόντισεν, οὔτʼ ἐπὶ χέρσον ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων, ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομʼ ἀπίστῳ, νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη. Statyllius Flaccus εἰς πηγὴν ἐπώνυμον Ἡσυχίας α. σιγήσας ἄρυσαι. β. τίνος οὕνεκα ; α. μηκέτʼ ἀρύου. β. τεῦ χάριν; α. ἡσυχίης ἡδὺ λέλογχα ποτόν. β. δύσκολος ἡ κρήνη. α. γεῦσαι, καὶ μᾶλλον ἐρεῖς με δύσκολον. β. ὢ πικροῦ νάματος. α. ὢ λαλιῆς. Anonymi Epigrammatici εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδʼ ἀπὸ πηγῆς· εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν. ἄρρεν ἐγὼ ποτόν εἰμι, καὶ ἀνδράσι μοῦνον ἀρέσκω· τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ. Musicius ἁ Κύπρις Μούσαισι· “ κοράσια, τὰν Ἀφροδίταν τιμᾶτʼ, ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.” χαἰ Μοῦσαι ποτὶ Κύπριν “Ἄρει τὰ στωμύλα ταῦτα· ἡμῖν δʼ οὐ πέτεται τοῦτο τὸ παιδάριον.”