Lollius Bassus ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳ στέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης; Anonymi Epigrammatici ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες, ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος; αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταις δένδρεον ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας. Anonymi Epigrammatici Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα, καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν, οὐδʼ ἀνέμεινε θάλασσα· τὸ δʼ ἄγριον ἐπλήμμυρεν χεῦμα καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων ὁλκάδα τὰν δείλαιον % ἀεὶ κλόνος, ᾗ γε τὰ πόντου χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει. Cyllenius οὔπω ναῦς, καὶ ὄλωλα· τί δʼ ἂν πλέον, εἰ βυθὸν ἔγνων, ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων, Antiphilus μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσης κύματα, καὶ χέρσῳ βαιὸν ἐρεισαμένην, ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλʼ ἐπὶ γαίης Ἥφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον; ἔνθεν ἔφυν ἀπόλωλα· παρʼ ἠιόνεσσι δὲ κεῖμαι, χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη.