Leonidas γράμμα τόδʼ Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇ φροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο, ἀπλανέας τʼ ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴς ἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται. αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναι δεύτερος, ὅστις ἔθηκʼ ἄστρα φαεινότερα. Antipater τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας ὕμνοις, καὶ Μακεδὼν Πιερίας σκόπελος, Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον, Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων, Ἤρινναν, Τελέσιλλαν ἀγακλέα, καὶ σέ, Κόριννα, θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν, Νοσσίδα θηλύγλωσσον, ἰδὲ γλυκυαχέα Μύρτιν, πάσας ἀενάων ἐργάτιδας σελίδων. ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δʼ αὐτὰς γαῖα τέκεν, θνατοῖς ἄφθιτον εὐφροσύναν. Parmenion Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ, κοὐ λάλον ἤν τι κλύω, τοῦτʼ ἀπαμειβομέναν. εἰς σὲ γὰρ ὃν σὺ λέγεις στρέψω λόγον ἢν δὲ σιωπᾷς, σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη; Pompeius Macer Junior εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη, εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου, Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα τείχεα, καὶ Πριάμου πάντʼ ἐκένωσα δόμον, γνώσεται ἔνθεν ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ. Antiphilus τόλμα, νεῶν ἀρχηγὲ ʽσὺ γὰρ δρόμον ηὕραο πόντου, καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισασʼ, οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἐνῆκας ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον; ἦν ὄντως μερόπων χρύσεον γένος, εἰ γʼ ἀπὸ χέρσου τηλόθεν, ὡς Ἀίδης, πόντος ἀπεβλέπετο.