Anonymi Epigrammatici ὁ πρὶν ἐπʼ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν δισσάκι κηρυχθεὶς Κασταλίης παρʼ ὕδωρ, ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπʼ Ἰσθμῷ πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις, νῦν ὅτε γηραιός, γυροδρόμον ἠνίδε πέτρον δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος. Anonymi Epigrammatici σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτω Πήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα· ὃς Πυθοῖ, κἠν Ἰσθμῷ ἐκώμασα, κἠπὶ Νέμειον Ζᾶνα, καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας· νῦν δὲ βάρος πέτρης Νισυρίδος ἔγκυκλον ἕλκω, λεπτύνων Δηοῦς καρπὸν ἀπʼ ἀσταχύων. Philippus νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ] στῆσαν νηοκόροι θῦμα χαριζόμενοι, . ἧς ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς, πέμφθη δʼ εἰς ἀγέλην τεκνογονεῖν ἄφετος. ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος οὐδʼ ἐδίκαζεν τικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν. Antipater Γειαρότης Ἄρχιππος, ὅτʼ ἐκ νούσοιο βαρείης ἄρτι λιποψυχέων ἔρρεεν εἰς ἀίδην, εἶπε τάδʼ υἱήεσσιν “ἰὼ φίλα τέκνα, μάκελλαν καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης, καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον. ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ, τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.ʼ” Leonidas ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνης ἄξονα δινήσας ἔμπυρος ἠέλιος· ὑμνοπόλους δʼ ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος, λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος.