Anonymi Epigrammatici αὐτὸ τὸ πῦρ καύσειν διζήμενος, οὗτος, ὁ νύκτωρ τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι, δεῦρʼ ἀπʼ ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μου καιόμενον πολλὴν ἐξανίησι φλόγα. Meleager τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι· τρεῖς δʼ ἐμὲ θηλυμανεῖς οἰστοβολοῦσι Πόθοι. ἦ γάρ τοι τρία τόξα κατήρτισεν, ὡς ἄρα μέλλων οὐχὶ μίαν τρώσειν, τρεῖς δʼ ἐν ἐμοὶ κραδίας. Germanicus Caesar οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος, ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός· ἀλλʼ οὐδʼ ὣς ἤλυξε κακὸν μόρον αὐτίκα γάρ μιν εἰνάλιος μάρψας πνεύματος ὠρφάνισεν. ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμων κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν. Germanicus Caesar ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρες ὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα. αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν. ἀλλὰ φοβοῦμαι, οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα. Archias ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος, ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ, ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον, καὶ Νεμέη βλοσυροῖο τιθηνήτειρα λέοντος, Πῖσά τε, καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων, νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, καρπὸν ἐλᾷ Δηοῦς ὀκριόεντι λίθῳ, ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνος τόσσ’ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.