Isidorus πηρὸς ὁ μὲν γυίοις, ὁ δʼ ἄρʼ ὄμμασιν ἀμφότεροι δὲ εἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν. τυφλὸς γὰρ λιπόγυιον ἐπωμάδιον βάρος αἴρων ταῖς κείνου φωναῖς ἀτραπὸν ὠρθοβάτει· πάντα δὲ ταῦτʼ ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη, ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον. Julius Leonidas τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν, ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος. ἄμφω δʼ ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαν τοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι. Plato Junior ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴς ἦρε, πόδας χρήσας, ὄμματα χρησάμενος. Antiphilus ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλʼ ὁ μὲν ὄψεις, ὃς δὲ βάσεις· ἄλλου δʼ ἄλλος ὑπηρεσίη· τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει. ἡ μία δʼ ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳ τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν. Antiphilus αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην μάρψας δʼ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας· δισκευθεὶς δʼ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ, εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας· εἷλε δʼ ἁλούς· σὺ δʼ ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθεν ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης,