Polyaenus Πολιταίνου Σαρδιανοῦ δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ ἔμπλεον ἠμῦσαν ˘ πικρὸς ἔτυψεν ἔχις. νεβρὸς δʼ ἰομιγῆ θηλὴν σπάσε, καὶ τὸ δυσαλθὲς τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα. ᾅδην δʼ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ, ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν. Tiberius Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτος ἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις· φαρμαχθὲν δʼ ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξας χείλεσι, τὸν κείνης ἐξέπιεν θάνατον. Antipater εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης. πάντας δʼ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι, πυκιναῖς χερμάσι βαλλομένη. δένδρεσιν εὐκάρποις οὐδὲν πλέον ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν. Cyllenius ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης, ὀθνείοις ὄζοισι μετέμφυτος, ἥμερα θάλλω, οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος. πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι. Palladas Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφʼ ὑγρῷ φλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δʼ ἐπὶ δένδρῳ ῥιζωθεὶς δένδροιο τομῇ, καὶ καρπὸν ἀμείψας, νέρθε μὲν ἀχρὰς ἔτʼ ἐστίν, ὕπερθε δʼ ἄρʼ εὔπνοος ὄχνη.