Anonymi Epigrammatici Οὐδʼ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς, οὐκ εἴμʼ οὐδʼ ἔσομαι Σαλαμίνιος, οὐδʼ ὁ Μέλητος Δμησαγόρου· μὴ ταῦτʼ ὄμμασιν Ἑλλὰς ἴδοι. ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετʼ ἔπη. Antipater ἡρώων κάρυκʼ ἀρετᾶς, μακάρων δὲ προφήταν, Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον, Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις. Anonymi Epigrammatici ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε, Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου. Antipater οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας· οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν, οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα. ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες Μναμοσύνας, μάτηρ δʼ ἔξοχα Καλλιόπα. τί φθιμένοις στοναχεῦμεν ἐφʼ υἱάσιν, ἁνίκʼ ἀλαλκεῖν τῶν παίδων Ἀΐδην οὐδὲ θεοῖς δύναμις ; Damagetus Ὀρφέα Θρηικίῃσι παρὰ προμολ̆σιν Ὀλύμπου τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης, ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ σὺν ἀμʼ ἕσπετο πέτρη ἄψυχος, θηρῶν θʼ ὑλονόμων ἀγέλα, ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου, καὶ στίγον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί, ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.