Bianor ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς Ζανὶ κεραυνείῳ, γαῖαν ἀπημφίασας. τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ ἥγνισε τὰν θνατὰν σώματος ἱστορίαν Archimelus τὴν Εὐριπίδεω μήτʼ ἔρχεο, μήτʼ ἐπιβάλλου, δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα. λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος· ἢν δέ τις αὐτὴν εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος· ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς, ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους. Adaeus οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸς οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον, ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃ κεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω. σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου βήματα καὶ σκηνὰς ἐμβάδʼ ˘ ἐρειδομένας. Demiurgus Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς, Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω. Anonymi Epigrammatici Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα, ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.