Anonymi Epigrammatici εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος, καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες, τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν, τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα, ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτρις Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων. Thucydides μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου· ὀστέα δʼ ἴσχει γῆ Μακεδών ἢ γὰρ δέξατο τέρμα βίου. πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δε Μούσαις τέρψας, ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. Anonymi Epigrammatici οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε· τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται. Anonymi Epigrammatici ἅπασ’ Ἀχαιὶς μνῆμα σόν, Εὐριπίδη· οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος. Anonymi Epigrammatici Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ ληφθεῖσαι, νοτίην ὦσαν ἄπʼ αἰθόμεναι· μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφά, καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.