Antipater ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης κεῖται, κυδαίνων σήματι Τρινακρίην. Diodorus Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι τὸν μέγαν, οἰκείης τῆλʼ ἀπὸ Κεκροπίης, λευκὰ Γέλα Σικελοῖο παρʼ ὕδατα· τίς φθόνος, αἰαῖ, Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει; Anonymi Epigrammatici ἆ μάκαρ ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις, χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε, Anonymi Epigrammatici ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης. τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν, ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους, εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων αἱ δʼ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώων αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι. Ion χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον ἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.