Antipater Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις, οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὥς ἀπὸ Μουσῶν ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο. Leonidas ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς, Πίνδαρος, εὐφώνων Πιερίδων· πρόπολος. Erycius αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας, αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις τύμβος, Ὑμηττείῳ λειβόμενος μέλιτι, ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ κηρός, ὑπὸ στεφάνοις δʼ αἰὲν ἔχῃς πλοκάμους. Dioscorides α. τύμβος ὅδʼ ἔστʼ, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσέων ἱρὴν παρθεσίην, ἱερὸς ὢν, ἔλαχον· ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα, πρίνινον, ἐς χρύσεον σχῆμα μεθηρμόσατο, καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος εὔθετον ὀρχηστὴν τῇδʼ ἀνέπαυσα πόδα. β. ὄλβιος, ὡς ἁγνὴν ἔλαχες στάσιν ἡ δʼ ἐνὶ χερσὶν κούριμος, ἐκ ποίης ἥδε διδασκαλίης; α. εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις, εἴτε καὶ Ἠλέκτραν ἀμφότεραι γάρ ἄκρον. Diodorus θεῖος Ἀριστοφάνευς ὑπʼ ἐμοὶ νέκυς· εἰ τινα πεύθῃ], κωμικός, ἀρχαίης μνᾶμα χοροστασίης.