Antipater εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας, εὕδει δʼ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη· εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων βάρβιτʼ ἀνεκρούου νέκταρ ἐναρμόνιον. ἠϊθέων γὰρ Ἔρωτος ἔφυς σκοπός· εἰς δὲ σὲ μοῦνον τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας. Antipater τύμβος Ἀνακρείοντος· ὁ Τήιος ἐνθάδε κύκνος εὕδει, χἠ παίδων ζωροτάτη μανίη. ἀκμὴν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος. οὐδʼ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δʼ Ἀχέροντος ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ. Dioscorides Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπʼ ἔσχατον ὀστεῦν, κώμου καὶ πάσης κοίρανε παννυχίδος, τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ πὶ Βαθύλλῳ χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας, αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἀκρήτου, κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου; αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος, κῆποι, καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ· ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς, βεβληκὼς χρυσέην χεῖρας ἐπʼ Εὐρυπύλην. Julianus πολλάκι μὲν τόδʼ ἄεισα, καὶ ἐκ τύμβου δὲ βοήσω· πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε , κόνιν, Julianus α. πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. β. ἀλλὰ τρυφήσας· καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.