Simonides Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε, μῆτερ ὀπώρας, οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος, Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπʼ ἄκρῃ στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου, ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλοκώμοις παννυχίσιν κρούων τὴν φιλόπαιδα χέλυν, κἠν χθονὶ πεπτηὼς, κεφαλῆς ἐφύπερθε φέροιτο ἀγλαὸν ὡραίων βότρυν ἀπʼ ἀκρεμόνων, καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων. Simonides οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω, ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δʼ Ἐρώτων, τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο. μοῦνος δʼ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων ἠέλιον, Λήθης ἐνθάδʼ ἔκυρσε δόμων ἀλλʼ ὅτι τὸν χαρίεντα μετʼ ἠιθέοισι Μεγιστέα, καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον. μολπῆς δʼ οὐ λήγει μελιτερπέος, ἀλλʼ ἔτʼ ἐκεῖνον βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ. Antipater ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων, εἲ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος, σπεῖσον ἐμῇ σποδιῇ σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα, ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις, ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον. Antipater εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων, μήτʼ ἐρατῶν κώμων ἄνδιχα, μήτε λύρης· ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις, αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης, ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος, ἠὲ Μεγιστῆ, ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον, ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ, ἄκρητον λείβων νέκταρ ἀπὸ στολίδων. τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι, πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος. Anonymi Epigrammatici ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων, σπεῖσόν μοι παριών εἰμὶ γὰρ οἰνοπότης.