Simonides Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος. Simmias τόν σὲ χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου, τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον, πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς βλαισὸς· Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην, τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος· ἀλλʼ ὁ περισσὸς αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν. Simmias ἠρέμʼ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ ἑρπύζοις, χλοεροὺς ἐκπροχέων πλοκάμους, καὶ πέταλον πάντῃ θάλλοι ῥόδου, ἥ τε φιλορρὼξ ἄμπελος, ὑγρὰ πέριξ κλήματα χευαμένη, εἵνεκεν εὐεπίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς ἤσκησ’ ἐκ Μουσέων ἄμμιγα καὶ Χαρίτων. Antipater θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσός, ἁβρά τε λειμώνων πορφυρέων πέταλα· πηγαὶ δʼ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος, εὐῶδες δʼ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ, ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται, εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα. Anonymi Epigrammatici ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον.