Antipater οὔνομά μευ Σαπφώ. τόσσον δʼ ὑπερέσχον ἀοιδὰν θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας. Pinytus ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς· αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι. Tullius Laurea Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν τὰν Μυτιληναίαν ἔννεπʼ ἀοιδοπόλον τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες· ἔργα δὲ φωτῶν ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα. ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφʼ ἑκάστης δαίμονος ἄνθος ἐμῇ θῆκα παρʼ ἐννεάδι, γνώσεαι ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος. Antipater ἀνέρα μὴ πέτρῃ τεκμαίρεο. λιτὸς ὁ τύμβος ὀφθῆναι, μεγάλου δʼ ὀστέα φωτὸς ἔχει. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσέων ἐννέʼ ἀριθμὸς ἔχει· κεῖται δʼ ἠπείροις διδύμοις ἔρις, εἴθʼ ὅγε Λυδὸς, εἴτε Λάκων πολλαὶ μητέρες ὑμνοπόλων. Leonidas τὸν χαρίεντʼ Ἀλκμᾶνα, τὸν ὑμνητῆρʼ ὑμεναίων κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον, τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, †εἰθʼ ὅ γε λοῖσθος ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν.