Anonymi Epigrammatici ἄδηλον Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες· στικτοὺς δʼ ᾑμάξαντο βραχίονας, ἀμφιμελαίνῃ δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον· καὶ δʼ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες, μυρόμεναι τὸν ἀοιδὸν ἐπωδύραντο δὲ πέτραι καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ. Asclepiades Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν, ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς, ἀλλʼ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δʼ Ἀίδας μοι μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχʼ ὄνομα; Anonymi Epigrammatici ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων, ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι, ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης· σὸς δʼ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν. Meleager Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν Ἤρινναν, Μουσῶν ἄνθεα δρεπτομέναν, ᾍδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδʼ ἔμφρων εἶπʼ ἐτύμως ἁ παῖς. βάσκανός ἐσσ’, Ἀίδα. Antipater Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν, ἃν Κύπρις καὶ Ἔρως συνάμʼ ἔτραφον, ἇς μέτα Πειθὼ ἔπλεκʼ ἀείζωον Πιερίδων στέφανον, Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον Μοῖραι δινεῦσαι νῆμα κατʼ ἠλακάτας, πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ ἄφθιτα μησαμένᾳ δῶρʼ Ἑλικωνιάδων ;