Alcaeus Αλκαιου Μεσσηνιου ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι· νέκταρι δʼ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο, καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι, ὅττι Θέτιν κύδηνε καὶ υἱέα, καὶ μόθον ἄλλων ἡρώων, Ἰθακοῦ τʼ ἔργματα Λαρτιάδεω. ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων. Antipater τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω ἅδʼ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ ἱερόν, ἀλλʼ ἐν ἐμοί, πνεῦμα θανὼν ἔλιπεν, ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾦ καὶ Ὄλυμπον καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν, καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα, πώλοις ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ. εἰ δʼ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθʼ ὅτι κεύθει καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος. Antipater εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς, ἀλλὰ κατασπείσας, ἶσα θεοῖσι σέβου· τὸν γὰρ Πιερίδεσσι τετιμένον ἔξοχα Μούσαις ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω. Anonymi Epigrammatici ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει, ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον. Paulus Silentiarius ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον, κλεινὸς ἐπʼ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ. εἰ δʼ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος, μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος· καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος μητρὸς ἀπʼ ὠδίνων δέξατο Λητοΐδην.