Anonymi Epigrammatici εἰς τοὺς μάγους οὐκέτι δῶρʼ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε· ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς. Anonymi Epigrammatici εἰς τὸ Βηθλεέμ Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων. Anonymi Epigrammatici εἰς τὴν Ῥαχήλ τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις; Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω. Anonymi Epigrammatici εἰς τὸν εὐαγγελισμόν χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη· υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις. Anonymi Epigrammatici εἰς τὸν ἀσπασμόν ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶδε προφήτης σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.