Agathias Scholasticus εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ᾑ̓͂ γέγραπται παρὰ τοῦ ἀρχαγγέκου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε· ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων τῆς δʼ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν. Anonymi Epigrammatici εἰς τὴν Χριστοῦ γέννησιν σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλʼ ἐπὶ μήτρην παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων. Anonymi Epigrammatici εἰς τὸ αὐτό οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος. Anonymi Epigrammatici εἰς τοὺς ποιμένας καὶ τοὺς ἀγγέλους εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις, οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονε. Anonymi Epigrammatici εἰς τὴν Χριστοῦ γέννησιν οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων, οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.