Anonymi Epigrammatici εἰς τὴν ὑπεραγίαν θεοτόκον Παμμεδέοντα, ἄνασσα, Θεοῖο, γόνον τεόν, υἱόν, ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα, πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέουσα, ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα. Anonymi Epigrammatici εἰς τὸν ἀρχάγγελον Μιχαήλ ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖται ἢ δέμας ἢ κραδίην τειρομένων μερόπων καὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγει οὔνομα σόν, Μιχαήλ, ἢ τύπον, ἢ θαλάμους. Neilus εἰς εἰκόνα τοῦ ἀρχαγγέλου ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον ἀλλὰ καὶ εἰκὼν ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων. Agathias Scholasticus εἰς τὴν αὐτὴν ἐν Πλάτῃ ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς, ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσατο· ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ· οὐκέτι δʼ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλʼ ἐν ἑαυτῷ τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ὄμματα δʼ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην. Agathias Scholasticus εἰς τὸν αὐτὸν ἐν τῷ Σωσθενίῳ Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῷ, Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης, τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες, ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα, αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.